ΣΗΜΕΡΑ ΣΤΗΝ ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ
ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ ΠΟΥ ΑΚΟΥΣΑΜΕ ΣΤΗΝ ΕΚΚΛΗΣΙΑ ΚΑΙ ΟΛΟΙ ΜΑΣ ΞΕΡΟΥΜΕ ΓΙΑ ΤΗΝ ΑΛΕΙΨΑΣΑ ΤΩΝ ΠΟΔΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΤΗΝ ΑΜΑΡΤΩΛΗ ΓΥΝΑΙΚΑ
ΚΑΙ ΓΙΑ ΤΟ ΤΡΟΠΑΡΙΟ ΤΗΣ ΚΑΣΣΙΑΝΗΣ ..!!!!
ΚΑΝΕΝΑΣ ΔΕΝ ΘΑ ΠΕΙ ΓΙΑ ΤΗΝ ΚΟΡΥΦΑΙΑ ΣΥΝΑΝΤΗΣΗ ΤΟΥ
ΧΡΙΣΤΟΥ ΜΕ ΤΟΥΣ ΕΛΛΗΝΕΣ ΠΟΥ ΤΗΝ ΠΕΡΙΓΡΑΦΕΙ Ο ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΙΩΑΝΝΗΣ …!!!!
Στη σημερινή Ευαγγελική Περικοπή αναφέρεται και η περίφημη
συνάντηση του Ιησού Χριστού με τους Έλληνες.
Ας δούμε πώς την περιγράφει ο Ευαγγελιστής Ιωάννης:
Κεφ. 12: 17-50
Τῷ καιρῷ ἐκείνῳ, ἐμαρτύρει
ὁ ὄχλος ὁ ὢν μετὰ τοῦ ᾿Ιησοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν
ἐκ τοῦ
μνημείου, καὶ ἤγειρεν
αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν
αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οἱ οὖν
Φαρισαῖοι εἶπον
πρὸς ἑαυτούς·
θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε, ὁ
κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
῏Ησαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. Οὗτοι οὖν
προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς
Γαλιλαίας, καὶ ἠρώτων
αὐτὸν,
λέγοντες· Κύριε, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν. Ἔρχεται Φίλιππος, καὶ
λέγει τῷ ᾿Ανδρέᾳ, καὶ πάλιν ᾿Ανδρέας
καὶ Φίλιππος λέγουσι τῷ ᾿Ιησοῦ.
Ὁ δὲ ᾿Ιησοῦς ἀπεκρίνατο αὐτοῖς
λέγων· ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει
αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ
διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ
διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ
διακονῇ, τιμήσει αὐτὸν ὁ
Πατήρ. Νῦν ἡ ψυχή
μου τετάρακται, καὶ τί εἴπω;
Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν
οὖν φωνὴ ἐκ τοῦ Οὐρανοῦ· Καὶ ἐδόξασα,
καὶ πάλιν δοξάσω.